Παιδαγωγός
ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι
παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ᾽ ἀεί.
τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
5τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης:
αὕτη δ᾽, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος: οὑξ ἀριστερᾶς δ᾽ ὅδε
Ἥρας ὁ κλεινὸς ναός: οἷ δ᾽ ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν
10πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδ᾽ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
15νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον:
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματ᾽ ὀρνίθων σαφῆ
μέλαινά τ᾽ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
20πρὶν οὖν τιν᾽ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
ξυνάπτετον λόγοισιν: ὡς ἐνταῦθ᾽ ἐμέν,
ἵν᾽ οὐκέτ᾽ ὀκνεῖν καιρός, ἀλλ᾽ ἔργων ἀκμή.