Χορός
πρὸς εὐσέβειαν ἡ κόρη λέγει: σὺ δέ,
465εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
Χρυσόθεμις
δράσω: τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον
δυοῖν ἐρίζειν, ἀλλ᾽ ἐπισπεύδειν τὸ δρᾶν.
πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
σιγὴ παρ᾽ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι:
470ὡς εἰ τάδ᾽ ἡ τεκοῦσα πεύσεται, πικρὰν
δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.