Τέκμησσα
οἱ δ᾽ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
τοῖς τοῦδ᾽: ἴσως τοι, κεἰ βλέποντα μὴ 'πόθουν,
θανόντ᾽ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
965ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
αὑτῷ δὲ τερπνός: ὧν γὰρ ἠράσθη τυχεῖν
ἐκτήσαθ᾽ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
τί δῆτα τοῦδ᾽ ἐπεγγελῷεν ἂν κάτα;
970θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
πρὸς ταῦτ᾽ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
Αἴας γὰρ αὐτοῖς οὐκέτ᾽ ἐστίν, ἀλλ᾽ ἐμοὶ
λιπὼν ἀνίας καὶ γόους διοίχεται.
Χορός
975σίγησον: αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
βοῶντος ἄτης τῆσδ᾽ ἐπίσκοπον μέλος.
Τεῦκρος
ὦ φίλτατ᾽ Αἴας, ὦ ξύναιμον ὄμμ᾽ ἐμοί,
ἆρ᾽ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;
Χορός
ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ᾽ ἐπίστασο.
Τεῦκρος
980ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
Τεῦκρος
φεῦ τάλας: τί γὰρ τέκνον
τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Τεῦκρος
οὐχ ὅσον τάχος
δῆτ᾽ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
ἴθ᾽, ἐγκόνει, σύγκαμνε: τοῖς θανοῦσί τοι
φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
Χορός
990καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
ἐφίεθ᾽ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.