Χορός
εἴθ᾽ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν:
1265τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
Τεῦκρος
φεῦ: τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
χάρις διαρρεῖ καὶ προδοῦσ᾽ ἁλίσκεται,
εἰ σοῦ γ᾽ ὅδ᾽ ἁνὴρ οὐδ᾽ ἐπὶ σμικρῶν λόγων,
Αἴας, ἔτ᾽ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
1270τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
ἀλλ᾽ οἴχεται δὴ πάντα ταῦτ᾽ ἐρριμμένα.
ὦ πολλὰ λέξας ἄρτι κἀνόητ᾽ ἔπη,
οὐ μνημονεύεις οὐκέτ᾽ οὐδέν, ἡνίκα
ἑρκέων ποθ᾽ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
1275ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
ἐρρύσατ᾽ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
1280τίς ταῦτ᾽ ἀπεῖρξεν; οὐχ ὅδ᾽ ἦν ὁ δρῶν τάδε,
ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
ἆρ᾽ ὑμὶν οὗτος ταῦτ᾽ ἔδρασεν ἔνδικα;
χὤτ᾽ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
λαχών τε κἀκέλευστος ἦλθ᾽ ἐναντίος,
1285οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,
ὑγρᾶς ἀρούρας βῶλον, ἀλλ᾽ ὃς εὐλόφου
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
ὅδ᾽ ἦν ὁ πράσσων ταῦτα, σὺν δ᾽ ἐγὼ παρών,
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.