Χορός
Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις
ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Τέκμησσα
τάχ᾽, ὡς ἔοικε, μᾶλλον: ἢ οὐκ ἠκούσατε
335Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
Χορός
ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
Τέκμησσα
340ὤμοι τάλαιν᾽: Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
τί ποτε μενοινᾷ; ποῦ ποτ᾽ εἶ; τάλαιν᾽ ἐγώ.
Αἴας
Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
λεηλατήσει χρόνον, ἐγὼ δ᾽ ἀπόλλυμαι;
Χορός
ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλ᾽ ἀνοίγετε.
345τάχ᾽ ἄν τιν᾽ αἰδῶ κἀπ᾽ ἐμοὶ βλέψας λάβοι.
Τέκμησσα
ἰδού, διοίγω: προσβλέπειν δ᾽ ἔξεστί σοι
τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.