Ἀθήνα
ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
πεῖράν τιν᾽ ἐχθρῶν ἁρπάσαι θηρώμενον:
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
ἴχνη τὰ κείνου νεοχάραχθ᾽, ὅπως ἴδῃς
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον. εὖ δέ σ᾽ ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
10στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
καί σ᾽ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
ἔτ᾽ ἔργον ἐστίν, ἐννέπειν δ᾽ ὅτου χάριν
σπουδὴν ἔθου τήνδ᾽, ὡς παρ᾽ εἰδυίας μάθῃς.
Ὀδυσσεύς
ὦ φθέγμ᾽ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
15ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,
φώνημ᾽ ἀκούω καὶ ξυναρπάζω φρενὶ
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
καὶ νῦν ἐπέγνως εὖ μ᾽ ἐπ᾽ ἀνδρὶ δυσμενεῖ
βάσιν κυκλοῦντ᾽, Αἴαντι τῷ σακεσφόρῳ:
20κεῖνον γάρ, οὐδέν᾽ ἄλλον, ἰχνεύω πάλαι.
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
ἔχει περάνας, εἴπερ εἴργασται τάδε:
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ᾽ ἀλώμεθα:
κἀγὼ 'θελοντὴς τῷδ᾽ ὑπεζύγην πόνῳ.
25ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
λείας ἁπάσας καὶ κατηναρισμένας
ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
τήνδ᾽ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
φράζει τε κἀδήλωσεν: εὐθέως δ᾽ ἐγὼ
κατ᾽ ἴχνος ᾁσσω, καὶ τὰ μὲν σημαίνομαι,
τὰ δ᾽ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
καιρὸν δ᾽ ἐφήκεις: πάντα γὰρ τά τ᾽ οὖν πάρος
35τά τ᾽ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.