Μέγιλλος
πάνυ μὲν οὖν: ὅπως δὲ αὖ τὸ τοιοῦτον ἐθέλοντας λέγειν πάντας δυνατὸν ἔσται ποτὲ παρασχεῖν—
Ἀθηναῖος
καλῶς ὑπέλαβες: αὐτὸ γὰρ τοῦτο ἦν τὸ παρ᾽ ἐμοῦ λεχθέν, ὅτι τέχνην ἐγὼ πρὸς τοῦτον τὸν νόμον ἔχοιμι τοῦ κατὰ φύσιν χρῆσθαι τῇ τῆς παιδογονίας συνουσίᾳ, τοῦ μὲν ἄρρενος ἀπεχομένους, μὴ κτείνοντάς τε ἐκ προνοίας τὸ τῶν ἀνθρώπων γένος, μηδ᾽ εἰς πέτρας τε καὶ λίθους σπείροντας,