Ἀθηναῖος
σώματα δὲ κάλλιστα, οἴομαι, τό γε ἁπλούστατον, ὡς ὀρθότατα δεῖ νέων ὄντων εὐθὺς φύεσθαι τῶν παίδων.
Ἀθηναῖος
τί δέ; τόδε οὐκ ἐννοοῦμεν, ὡς ἡ πρώτη βλάστη παντὸς ζῴου πολὺ μεγίστη καὶ πλείστη φύεται, ὥστε καὶ ἔριν πολλοῖς παρέσχηκεν μὴ γίγνεσθαι τά γ᾽ ἀνθρώπινα μήκη διπλάσια ἀπὸ πέντε ἐτῶν ἐν τοῖς λοιποῖς εἴκοσιν ἔτεσιν αὐξανόμενα;
Ἀθηναῖος
τί οὖν; πολλὴ αὔξη ὅταν ἐπιρρέῃ πόνων χωρὶς