Ἀθηναῖος
θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν αἰτίαν τῆς τῶν νόμων διαθέσεως;
Κλεινίας
θεός, ὦ ξένε, θεός, ὥς γε τὸ δικαιότατον εἰπεῖν: παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις, ὅθεν ὅδε ἐστίν, οἶμαι φάναι τούτους Ἀπόλλωνα. ἦ γάρ;
Ἀθηναῖος
μῶν οὖν καθ᾽ Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοιτῶντος
[624β]
πρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν δι᾽ ἐνάτου ἔτους καὶ κατὰ τὰς παρ᾽ ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῖν θέντος τοὺς νόμους;
Κλεινίας
λέγεται γὰρ οὕτω παρ᾽ ἡμῖν: καὶ δὴ καὶ τὸν ἀδελφόν γε αὐτοῦ Ῥαδάμανθυν—ἀκούετε γὰρ τὸ ὄνομα—δικαιότατον