Κλεινίας
τοῦτο μὲν ὀρθόν, εἴ γε πρῶτον μὲν δυνατόν ἐστιν ὃ λέγεις μαθεῖν: εἶτα, εἰ μὴ λέγομέν τι περὶ αὐτῶν ὀρθῶς νῦν, μαθόντες δὲ λέξομεν, συγχωρῶ κἀγὼ τό γε τοσοῦτον καὶ τοιοῦτον ὂν μαθητέον εἶναι. ταῦτ᾽ οὖν ὡς ἔχοντά ἐσθ᾽ οὕτω, πειρῶ σὺ μὲν ἐξηγεῖσθαι πάντως, ἡμεῖς δὲ συνέπεσθαί σοι μανθάνοντες.