ἐγὼ μὲν οὖν ἅ τε γιγνώσκω παρῄνεκα, καὶ τιμῶ σε τούτοις οἷς τυγχάνω δυνάμενος: βούλου δὲ καὶ τοὺς ἄλλους, ὅπερ εἶπον ἀρχόμενος, μὴ τὰς εἰθισμένας ἄγειν σοι δωρεάς, ἃς ὑμεῖς πολὺ πλείονος ἀγοράζετε παρὰ τῶν διδόντων ἢ παρὰ τῶν πωλούντων, ἀλλὰ τοιαύτας, αἷς κἂν σφόδρα χρῇ καὶ μηδεμίαν ἡμέραν διαλείπῃς, οὐ κατατρίψεις, ἀλλὰ μείζους καὶ πλείονος ἀξίας1 ποιήσεις.