Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
καὶ τῶν τε παρόντων τοῖς φρονιμωτάτοις πλησίαζε καὶ τῶν ἄλλων οὓς ἂν δύνῃ μεταπέμπου, καὶ μήτε τῶν ποιητῶν τῶν εὐδοκιμούντων μήτε τῶν σοφιστῶν μηδενὸς οἴου δεῖν ἀπείρως ἔχειν, ἀλλὰ τῶν μὲν ἀκροατὴς γίγνου τῶν δὲ μαθητής, καὶ παρασκεύαζε σεαυτὸν τῶν μὲν ἐλαττόνων κριτὴν τῶν δὲ μειζόνων ἀγωνιστήν: διὰ γὰρ τούτων τῶν γυμνασίων τάχιστ᾽ ἂν γένοιο τοιοῦτος, οἷον ὑπεθέμεθα δεῖν εἶναι τὸν ὀρθῶς βασιλεύσοντα καὶ τὴν πόλιν ὡς χρὴ διοικήσοντα. μάλιστα δ᾽ ἂν αὐτὸς ὑπὸ σαυτοῦ παρακληθείης,