Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
χρὴ τοίνυν ἀφέμενον τῶν ἀμφισβητουμένων ἐπὶ τοῦ συνομολογουμένου λαμβάνειν αὐτῶν τὸν ἔλεγχον, καὶ μάλιστα μὲν ἐπὶ τῶν καιρῶν θεωρεῖν συμβουλεύοντας, εἰ δὲ μή, καὶ καθ᾽ ὅλων τῶν πραγμάτων λέγοντας. καὶ τοὺς μὲν μηδὲν γιγνώσκοντας τῶν δεόντων ἀποδοκίμαζε (δῆλον γὰρ ὡς ὁ μηδὲν ὢν αὐτὸς χρήσιμος οὐδ᾽ ἄν ἄλλον φρόνιμον ποιήσειεν),