Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ἀλλὰ γὰρ οὐκ ἐν τοῖς λόγοις χρὴ τούτοις1 ζητεῖν τὰς καινότητας, ἐν οἷς οὔτε παράδοξον οὔτ᾽ ἄπιστον οὔτ᾽ ἔξω τῶν νομιζομένων οὐδὲν ἔξεστιν εἰπεῖν, ἀλλ᾽ ἡγεῖσθαι τοῦτον χαριέστατον, ὃς ἂν τῶν διεσπαρμένων ἐν ταῖς τῶν ἄλλων διανοίαις ἀθροῖσαι τὰ πλεῖστα δυνηθῇ καὶ φράσαι κάλλιστα περὶ αὐτῶν.