Ῥῆσος
τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ᾽ ἀνήρ.
ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ᾽ ἀπὼν χθονὸς
425λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην:
ἀλλ᾽ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
ξυνῆψε πόλεμον: Εὐξένου δ᾽ ἀφικόμην
πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
430ἔνθ᾽ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
τοιάδε τοί μ᾽ ἀπεῖργε συμφορὰ πέδον
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
ἐπεὶ δ᾽ ἔπερσα, τῶνδ᾽ ὁμηρεύσας τέκνα
435τάξας τ᾽ ἔτειον δασμὸν ἐς δόμους φέρειν,
ἥκω περάσας ναυσὶ πόντιον στόμα,
τὰ δ᾽ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα —
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
οὐδ᾽ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
440ἀλλ᾽ οἷα πόντον Θρῄκιον φυσήματα
κρυσταλλόπηκτα Παιόνας τ᾽ ἐπεζάρει,
ξὺν τοῖσδ᾽ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
ἀλλ᾽ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δ᾽ ὅμως:
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
445κοὐδὲν περαίνεις, ἡμέραν δ᾽ ἐξ ἡμέρας
πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη:
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
κτεῖναί τ᾽ Ἀχαιούς: θατέρᾳ δ᾽ ἀπ᾽ Ἰλίου
450πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
ὑμῶν δὲ μή τις ἀσπίδ᾽ ἄρηται χερί:
ἐγὼ γὰρ ἕξω τοὺς μέγ᾽ αὐχοῦντας δορὶ
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.