Χορός
ἐπεὶ πρό τ᾽ οἴκων πρό τε γᾶς ἔτλα μόνος
ναύσταθμα βὰς κατιδεῖν: ἄγαμαι
245λήματος: ἦ σπανία τις
τῶν ἀγαθῶν, ὅταν ᾖ
δυσάλιος ἐν πελάγει
καὶ σαλεύῃ
250πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος:
ἔνι δὲ θράσος ἐν αἰχ-
μᾷ: πόθι Μυσῶν ὃς ἐμὰν
συμμαχίαν ἀτίζει;