Ἕκτωρ
πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
320καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
ἀλλ᾽ οὐδὲν αὐτῶν δεόμεθ᾽, οἵτινες πάλαι
μὴ ξυμπονοῦσιν, ἡνίκ᾽ ἐξώστης Ἄρης
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
Ῥῆσος δ᾽ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος:
325ἥκει γὰρ ἐς δαῖτ᾽, οὐ παρὼν κυνηγέταις
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
Χορός
ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις:
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Ἕκτωρ
ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
Χορός
330πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
Ἕκτωρ
πέποιθα: δείξει τοὐπιὸν σέλας θεοῦ.
Χορός
ὅρα τὸ μέλλον: πόλλ᾽ ἀναστρέφει θεός.
Ἕκτωρ
μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
ὃ δ᾽ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων:
χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
Χορός
ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Ἄγγελος
335φόβος γένοιτ᾽ ἂν πολεμίοις ὀφθεὶς μόνον.
Ἕκτωρ
σύ τ᾽ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
340ὁ χρυσοτευχὴς δ᾽ οὕνεκ᾽ ἀγγέλου λόγων
Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.