Χορός
360ἆρά ποτ᾽ αὖθις ἁ παλαιὰ Τροΐα
τοὺς προπότας παναμερεύ-
σει θιάσους ἐρώτων
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
τοις ὑποδεξίαις ἁμίλ-
365λαις κατὰ πόντον Ἀτρειδᾶν
Σπάρταν οἰχομένων
Ἰλιάδος παρ᾽ ἀκτᾶς;
ὦ φίλος, εἴθε μοι
σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
ξας τάδ᾽ ἐς οἶκον ἔλθοις.