Ὀρέστης
ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.
Πυλάδης
ὁρῶ, σκοποῦμαι δ᾽ ὄμμα πανταχῆ στρέφων.
Ὀρέστης
Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ᾽ εἶναι θεᾶς
70ἔνθ᾽ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;
Πυλάδης
ἔμοιγ᾽, Ὀρέστα: σοὶ δὲ συνδοκεῖν χρεών.
Ὀρέστης
καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
Πυλάδης
ἐξ αἱμάτων γοῦν ξάνθ᾽ ἔχει τριχώματα.
Ὀρέστης
θριγκοῖς δ᾽ ὑπ᾽ αὐτοῖς σκῦλ᾽ ὁρᾷς ἠρτημένα;
Πυλάδης
75τῶν κατθανόντων γ᾽ ἀκροθίνια ξένων.
ἀλλ᾽ ἐγκυκλοῦντ᾽ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
Ὀρέστης
ὦ Φοῖβε, ποῖ μ᾽ αὖ τήνδ᾽ ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμ᾽ ἐτεισάμην,
μητέρα κατακτάς, διαδοχαῖς δ᾽ Ἐρινύων
80ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
ἐλθὼν δέ σ᾽ ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμ᾽ ἐς τέλος πόνων τ᾽ ἐμῶν,
οὓς ἐξεμόχθουν περιπολῶν καθ᾽ Ἑλλάδα —
85σὺ δ᾽ εἶπας ἐλθεῖν Ταυρικῆς μ᾽ ὅρους χθονός,
ἔνθ᾽ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
λαβεῖν τ᾽ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο:
λαβόντα δ᾽ ἢ τέχναισιν ἢ τύχῃ τινί,
90κίνδυνον ἐκπλήσαντ᾽, Ἀθηναίων χθονὶ
δοῦναι — τὸ δ᾽ ἐνθένδ᾽ οὐδὲν ἐρρήθη πέρα —
καὶ ταῦτα δράσαντ᾽ ἀμπνοὰς ἕξειν πόνων.