Χορός
καὶ σὲ μέν, πότνι᾽, Ἀργεία
πεντηκόντορος οἶκον ἄξει:
1125συρίζων θ᾽ ὁ κηροδέτας
κάλαμος οὐρείου Πανὸς
κώπαις ἐπιθωΰξει,
ὁ Φοῖβός θ᾽ ὁ μάντις ἔχων
κέλαδον ἑπτατόνου λύρας
1130ἀείδων ἄξει λιπαρὰν
εὖ σ᾽ Ἀθηναίων ἐπὶ γᾶν.
ἐμὲ δ᾽ αὐτοῦ λιποῦσα
βήσῃ ῥοθίοισι πλάταις:
ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν ὑ-
1135πὲρ στόλον ἐκπετάσουσι πόδα
ναὸς ὠκυπόμπου.