Χορός
ἀντιψάλμους ᾠδὰς ὕμνων τ᾽
180Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν
δεσποίνᾳ γ᾽ ἐξαυδάσω,
τὰν ἐν θρήνοισιν μοῦσαν
νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς
185Ἅιδας ὑμνεῖ δίχα παιάνων.
οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων:
ἔρρει φῶς σκήπτρων, οἴμοι,
πατρῴων οἴκων.
ἦν ἐκ τῶν εὐόλβων Ἄργει
190βασιλέων ἀρχά,
μόχθος δ᾽ ἐκ μόχθων ᾁσσει:
δινευούσαις ἵπποισι ῥιφαὶ
Πέλοπος πταναῖς: ἀλλάξας δ᾽ ἐξ
ἕδρας ἱερὸν ἱερὸν ὄμμ᾽ αὐγᾶς
195ἅλιος. ἄλλαις δ᾽ ἄλλα προσέβα
χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,
† φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν †
ἔνθεν τῶν πρόσθεν δμαθέντων
200Τανταλιδᾶν ἐκβαίνει ποινά γ᾽
εἰς οἴκους, σπεύδει δ᾽ ἀσπούδαστ᾽
ἐπὶ σοὶ δαίμων.