Ἰφιγένεια
ἐξ ἀρχᾶς μοι δυσδαίμων
δαίμων τᾶς ματρὸς ζώνας
205καὶ νυκτὸς κείνας: ἐξ ἀρχᾶς
λόχιαι στερρὰν παιδείαν
Μοῖραι ξυντείνουσιν θεαί,
τᾷ μναστευθείσᾳ 'ξ Ἑλλάνων,
ἃν πρωτόγονον θάλος ἐν θαλάμοις
210Λήδας ἁ τλάμων κούρα
σφάγιον πατρῴᾳ λώβᾳ
καὶ θῦμ᾽ οὐκ εὐγάθητον
ἔτεκεν, ἔτρεφεν εὐκταίαν:
ἱππείοις δ᾽ ἐν δίφροισι
215ψαμάθων Αὐλίδος ἐπέβασαν
νύμφαιον, οἴμοι, δύσνυμφον
τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.
νῦν δ᾽ ἀξείνου πόντου ξείνα
δυσχόρτους οἴκους ναίω,
220ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,
οὐ τὰν Ἄργει μέλπουσ᾽ Ἥραν
οὐδ᾽ ἱστοῖς ἐν καλλιφθόγγοις
κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
καὶ Τιτάνων ποικίλλουσ᾽, ἀλλ᾽
225αἱμόρραντον δυσφόρμιγγα
ξείνων † αἱμάσσουσ᾽ ἄταν βωμούς, †
οἰκτράν τ᾽ αἰαζόντων αὐδὰν
οἰκτρόν τ᾽ ἐκβαλλόντων δάκρυον.
καὶ νῦν κείνων μέν μοι λάθα,
230τὸν δ᾽ Ἄργει δμαθέντα κλαίω
σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον,
ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ᾽
235Ἄργει σκηπτοῦχον Ὀρέσταν.