Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἢ τίς ὁ παραλαβὼν τῶν οἰκετῶν τῶν ἡμετέρων; χρῆν γὰρ αὐτόν, εἰ μὲν οἰκέται ἤνεγκαν, τοὺς κομίσαντας παραδιδόναι, εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν: οὐ γὰρ δήπου ἄνευ γε σταθμοῦ ἔμελλεν οὔτε ὁ ὑποτιθέμενος παραλήψεσθαι οὔθ᾽ ὁ ὑποτιθεὶς τὸν χαλκὸν παραδώσειν, οὐδ᾽ αὖ ὁ πατὴρ ἔμελλεν αὐτὸς οὔτε οἴσειν τὸν χαλκὸν οὔτε στήσεσθαι, ἀλλ᾽ οἰκέται ἦσαν αὐτῷ, οἳ τὰ ἐνέχυρα τῶν δανεισμάτων παρελάμβανον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.