Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
ἐγὼ τοίνυν,
ὦ ἄνδρες δικασταί,
πρὸς τῇ μαρτυρίᾳ,
ἣν παρέσχημαι ὑμῖν μαρτυροῦντας τοὺς δόντας τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν καὶ καθημένους ἐπὶ τῇ τραπέζῃ τότε,
καὶ πίστιν ἠθέλησα ἐπιθεῖναι,
ἣν ἀναγνώσεται ὑμῖν.“
Ὅρκος”
οὐ τοίνυν, ὦ ἄνδρες δικασταί, γράψας μοι ὁ πατὴρ κατέλιπεν τὰ χρέα μόνον, ἀλλὰ καὶ ἔλεγεν ἀρρωστῶν ὅ τι ὀφείλοιτο αὐτῷ ἕκαστον, καὶ παρ᾽ ᾧ, καὶ εἰς ὅ τι ἐλήφθη τὸ ἀργύριον, καὶ τῷ ἀδελφῷ τῷ ἐμῷ. καὶ ὡς ταῦτ᾽ ἀληθῆ λέγω, ἀνάγνωθί μοι τὴν μαρτυρίαν τοῦ ἀδελφοῦ.“Μαρτυρία”