Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
οὔτε γὰρ ἂν τοῦτον εὐπορήσανθ᾽ ἡγεῖτο ἀδικῆσαι αὑτόν, οὔτ᾽ ἂν αὐτὸς ἀποροῦντα τοῦτον ἔχειν ὁπόθεν εἰσπράξειεν. ἐπειδὴ τοίνυν ἀπῆλθον ὅ τε Ἀλκέτας καὶ ὁ Ἰάσων, τὰ μὲν στρώματα καὶ τὰ ἱμάτια πάλιν ἀπήνεγκεν ὁ Αἰσχρίων ὁ ἀκόλουθος ὁ τούτου, τὰς δὲ φιάλας τὰς δύο οὐκ ἀπήνεγκεν, ἃς ᾐτήσατο ὅτεπερ καὶ τὰ στρώματα καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.