Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅ τι ὁμολογεῖται παρ᾽ αὐτῶν τούτων καὶ τί ἀντιλέγεται: οὕτω γὰρ ἂν ἄριστα ἐξετάσαιτε. οὐκοῦν δανείσασθαι μὲν τὰ χρήματα ὁμολογοῦσι καὶ συνθήκας ποιήσασθαι τοῦ δανείσματος, φασὶν δ᾽ ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι τῷ Δίωνος οἰκέτῃ ἐν Βοσπόρῳ. ἡμεῖς τοίνυν οὐ μόνον τοῦτο δείξομεν, ὡς οὐκ ἀπέδωκεν, ἀλλ᾽ ὡς οὐδ᾽ ἐνῆν αὐτῷ ἀποδοῦναι. ἀναγκαῖον δ᾽ ἐστὶν βραχέα τῶν ἐξ ἀρχῆς διηγήσασθαι ὑμῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.