Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ἔτι δ᾽ οὔτ᾽ εὐποροῦντα οὔθ᾽ οὕτως ὄντ᾽ ἀβέλτερον ὥστ᾽ ἀντὶ δισχιλίων καὶ ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ ἐννέα ἀποδοῦναι, πρός τε τούτοις, ὅτε ἀποδοῦναί φησιν τὸ χρυσίον τῷ Λάμπιδι, οὔτε τὸν παῖδα παραλαβόντα τὸν ἐμὸν οὔτε τὸν κοινωνὸν ἐπιδημοῦντα ἐν Βοσπόρῳ. ἐμοὶ δὲ Λάμπις αὐτὸς μαρτυρῶν φαίνεται ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον, πρὶν ὑπὸ τούτου διαφθαρῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.