Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79]
τίνος οὖν ποθ᾽ εἵνεκα ταῦθ᾽ οὕτω διεσπούδασται; ἴσον ἡγεῖτ᾽ ἀσέβημ᾽ ὁ ταῦτα διαιρῶν τόν τ᾽ ἀδικοῦντ᾽ ἐᾶν καὶ τὸν ἀναίτιον ἐκδιδόναι πρὸ δίκης. καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπόσ᾽ ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, ἦ που περί γε τοῦ μήθ᾽ ἑαλωκότος μήτ᾽ ἐγνωσμένου πότερον δέδρακεν ἢ οὒ καὶ πότερ᾽ ἄκων ἢ ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.