λαβὲ δὴ τοὺς νόμους αὐτοὺς καὶ λέγε, ἵν᾽ ἐξ αὐτῶν ἐπιδεικνύω τούτων τὸ παράνομον.“Νόμος ἐκ τῶν Φονικῶν Νόμων τῶν ἐξ Ἀρείου Πάγου
δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.”