οὐ τοίνυν ἔγωγ᾽ οὐδ᾽ ἐκεῖν᾽ ἰδεῖν δύναμαι, ὡς οὐχὶ πάντες ἄνθρωποι τούτων ἀξιώσουσι τυχεῖν, ὅσοις πέρ ἐστι καὶ ἡτισοῦν εὐεργεσίας πρόφασις πρὸς ὑμᾶς, εἰ Χαριδήμῳ δώσετε, οἷον, εἰ βούλεσθε, Σίμων, Βιάνωρ, Ἀθηνόδωρος, ἄλλοι μυρίοι. εἰ μὲν τοίνυν πᾶσι ψηφιούμεθα ταῦτα, λήσομεν, ὡς ἔοικε, μισθοφόρων ἔργον ἀνθρώπων ποιοῦντες τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες: εἰ δὲ τῷ μέν, τοῖς δ᾽ οὔ, δικαίως ἐγκαλοῦσιν οἱ μὴ τυχόντες.