εἰ μὴ πρότερόν μοι δίκης γενομένης πρὸς Ἄφοβον, ὦ ἄνδρες δικασταί, συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερ᾽ αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων, θαυμασίως ἂν ὡς ηὐλαβούμην μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι, πῇ παρακρούεταί ποθ᾽ ἕκασθ᾽ ὑμᾶς αὐτῶν. νῦν δὲ σὺν θεοῖς εἰπεῖν, ἄνπερ ἴσοι καὶ κοινοὶ γένησθ᾽ ἡμῶν ἀκροαταί, πολλὰς ἐλπίδας ἔχω μηδὲν ἧττον ὑμᾶς τὴν ἀναίδειαν τὴν τούτου γνώσεσθαι τῶν πρότερον δικασάντων. καὶ ταῦτ᾽ εἰ μὲν ἐδεῖτο λόγου τινὸς ἢ ποικιλίας, ἔγωγε κατώκνουν ἂν τὴν ἐμαυτοῦ καταμεμφόμενος ἡλικίαν: νῦν δ᾽ ἁπλῶς δεῖ διδάξαι καὶ διηγήσασθαι τὰ τούτῳ πεπραγμένα περὶ ἡμῶν: ἐκ δὲ τούτων οἶμαι πᾶσιν ὑμῖν εὔγνωστον ἔσεσθαι, πότερός ποθ᾽ ἡμῶν ἐσθ᾽ ὁ πονηρός.