ἀκούεθ᾽ ὡς σαφῶς δηλοῖ καὶ διορίζεται ἐν τῇ πρὸς ὑμᾶς ἐπιστολῇ πρὸς τοὺς αὑτοῦ συμμάχους, ὅτι ‘ἐγὼ ταῦτα πεποίηκ᾽ ἀκόντων Ἀθηναίων καὶ λυπουμένων, ὥστ᾽ εἴπερ εὖ φρονεῖτ᾽, ὦ Θηβαῖοι καὶ Θετταλοί, τούτους μὲν ἐχθροὺς ὑπολήψεσθε, ἐμοὶ δὲ πιστεύσετε’ οὐ τούτοις τοῖς ῥήμασιν γράψας, ταῦτα δὲ βουλόμενος δεικνύναι. τοιγαροῦν ἐκ τούτων ᾤχετ᾽ ἐκείνους λαβὼν εἰς τὸ μηδ᾽ ὁτιοῦν προορᾶν τῶν μετὰ ταῦτα μηδ᾽ αἰσθάνεσθαι, ἀλλ᾽ ἐᾶσαι πάντα τὰ πράγματ᾽ ἐκεῖνον ὑφ᾽ ἑαυτῷ ποιήσασθαι: ἐξ ὧν ταῖς παρούσαις συμφοραῖς οἱ ταλαίπωροι κέχρηνται.