Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[286]
τὸ δ᾽ αἴτιον οὐκ ἀγνοεῖς μέν, ὅμως δὲ φράσω σοι κἀγώ. ἀμφότερ᾽ ᾔδεσαν αὐτοί, τήν τ᾽ ἐμὴν εὔνοιαν καὶ προθυμίαν μεθ᾽ ἧς τὰ πράγματ᾽ ἔπραττον, καὶ τὴν ὑμετέραν ἀδικίαν: ἃ γὰρ εὐθενούντων τῶν πραγμάτων ἠρνεῖσθε διομνύμενοι, ταῦτ᾽ ἐν οἷς ἔπταισεν ἡ πόλις ὡμολογήσατε. τοὺς οὖν ἐπὶ τοῖς κοινοῖς ἀτυχήμασιν ὧν ἐφρόνουν λαβόντας ἄδειαν ἐχθροὺς μὲν πάλαι, φανεροὺς δὲ τόθ᾽ ἡγήσανθ᾽ αὑτοῖς γεγενῆσθαι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.