Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἀλλ᾽ ὅμως, τούτων τοιούτων ὄντων καὶ ἐπ᾽ αὐτῆς τῆς ἀληθείας οὕτω δεικνυμένων, εἰς τοῦθ᾽ ἧκεν ἀναιδείας ὥστ᾽ ἐτόλμα λέγειν ὡς ἄρ᾽ ἐγὼ πρὸς τῷ τῆς εἰρήνης αἴτιος γεγενῆσθαι καὶ κεκωλυκὼς εἴην τὴν πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ταύτην ποιήσασθαι. εἶτ᾽ ὦ—τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην νυνὶ διεξῄεις, ὁρῶν ἀφαιρούμενόν με τῆς πόλεως, ἠγανάκτησας, ἢ παρελθὼν ταῦθ᾽ ἃ νῦν κατηγόρεις ἐδίδαξας καὶ διεξῆλθες;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.