Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
χωρὶς δὲ τούτων καὶ διαβάλλει τὴν πόλιν τὰ μέγιστ᾽ ἐν οἷς ψεύδεται: εἰ γὰρ ὑμεῖς ἅμα τοὺς μὲν Ἕλληνας εἰς πόλεμον παρεκαλεῖτε, αὐτοὶ δὲ πρὸς Φίλιππον περὶ εἰρήνης πρέσβεις ἐπέμπετε, Εὐρυβάτου πρᾶγμα, οὐ πόλεως ἔργον οὐδὲ χρηστῶν ἀνθρώπων διεπράττεσθε. ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι: τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθ᾽ ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλ᾽ ὑπῆρχεν ἅπασιν. ἀλλ᾽ ἐπὶ τὸν πόλεμον; ἀλλ᾽ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε. οὔκουν οὔτε τῆς ἐξ ἀρχῆς εἰρήνης ἡγεμὼν οὐδ᾽ αἴτιος ὢν ἐγὼ φαίνομαι, οὔτε τῶν ἄλλων ὧν κατεψεύσατό μου οὐδὲν ἀληθὲς ὂν δείκνυται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.