Χορός
Ἰλίῳ δὲ κῆδος ὀρθ-
700ώνυμον τελεσσίφρων
μῆνις ἤλασεν, τραπέζας ἀτί-
μωσιν ὑστέρῳ χρόνῳ
καὶ ξυνεστίου Διὸς
πρασσομένα τὸ νυμφότι-
μον μέλος ἐκφάτως τίοντας,
ὑμέναιον, ὃς τότ᾽ ἐπέρ-
ρεπεν γαμβροῖσιν ἀείδειν:
μεταμανθάνουσα δ᾽ ὕμνον
710Πριάμου πόλις γεραιὰ
πολύθρηνον μέγα που στένει κικλήσκου-
σα Πάριν τὸν αἰνόλεκτρον,
παμπορθῆ πολύθρηνον
αἰῶνα διαὶ πολιτᾶν
715μέλεον αἷμ᾽ ἀνατλᾶσα.