Κλυταιμήστρα
Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸς
ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου: μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
285Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
*
†πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς:
290ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
νικώμενος παρῆκεν ἀγγέλου μέρος:
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρὰ πλέον καίουσα τῶν εἰρημένων:
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος:
ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
305πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν: ἔστ᾽ ἔσκηψεν εὖτ᾽ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς:
310κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι:
νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
315τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορός
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις πάλιν.