Χορός
40δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων,
διθρόνου Διόθεν καὶ δισκήπτρου
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
45στόλον Ἀργείων χιλιοναύτην,
τῆσδ᾽ ἀπὸ χώρας
ἦραν, στρατιῶτιν ἀρωγὰν,
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις
50ἄλγεσι παίδων ὕπατοι λεχέων
στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον ὀρταλίχων ὀλέσαντες:
55ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον
πέμπει παραβᾶσιν Ἐρινύν.
60οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων
ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
γόνατος κονίαισιν ἐρειδομένου
65διακναιομένης τ᾽ ἐν προτελείοις
κάμακος θήσων Δαναοῖσι
Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν
ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον:
οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων
70οὔτε δακρύων ἀπύρων ἱερῶν
ὀργὰς ἀτενεῖς παραθέλξει.
ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
75ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ,
τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη
80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων