Κλυταιμήστρα
πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
1375δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ᾽ ἂν
φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;
ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι
νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν:
ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις.
1380οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι:
ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον,
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
περιστιχίζω, πλοῦτον εἵματος κακόν.
παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν
1385μεθῆκεν αὑτοῦ κῶλα: καὶ πεπτωκότι
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς
Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών:
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
1390βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε,
χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι.
1395εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ,
τῷδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
Χορός
θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
1400ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον.
Κλυταιμήστρα
πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος:
ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
λέγω: σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις
ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
1405πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς
ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.