Ὀλίγον δὲ τῷ Δαυίδῃ προελθόντι Σιβᾶς ὁ τοῦ Μεμφιβόσθου δοῦλος συνήντησεν, ὃν προνοησόμενον ἀπεστάλκει τῶν κτήσεων ἃς δεδώρητο τῷ Ἰωνάθου τοῦ Σαούλου παιδὸς υἱῷ, μετὰ ζεύγους ὄνων καταπεφορτισμένων τοῖς ἐπιτηδείοις, ἐξ ὧν ἐκέλευσε λαμβάνειν ὧν αὐτός τε καὶ οἱ σὺν αὐτῷ δέοιντο. [206] πυνθανομένου δέ, ποῦ καταλέλοιπε τὸν Μεμφίβοσθον, ἐν Ἱεροσολύμοις ἔλεγε προσδοκῶντα χειροτονηθήσεσθαι βασιλέα διὰ τὴν ὑπάρχουσαν ταραχὴν εἰς μνήμην ὧν εὐηργέτησεν αὐτοὺς Σαοῦλος. ἀγανακτήσας δ᾽ ἐπὶ τούτῳ πάνθ᾽ ὅσα τῷ Μεμφιβόσθῳ παρεχώρησε Σιβᾷ χαρίζεται πολὺ γὰρ δικαιότερον αὐτὸν ἐκείνου ταῦτ᾽ ἔχειν ἐπέγνωκε: καὶ ὁ μὲν Σιβᾶς περιχαρὴς ἦν.