Καὶ Σαοῦλος μὲν ὡς μηδενὸς παρακούσας ὧν ὁ προφήτης ἐπέστειλε μέλλοντι τὸν πρὸς Ἀμαληκίτας ἐκφέρειν πόλεμον, ἀλλ᾽ ὡς ἐπὶ πᾶσιν ἐκείνοις ἀκριβῶς πεφυλαγμένοις νενικηκὼς τοὺς πολεμίους οἴκαδε πρὸς αὑτὸν ὑπέστρεψε χαίρων ἐπὶ τοῖς κατωρθωμένοις. [142] ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτ᾽ ἐπράχθη: δεινὸν γὰρ ἡγεῖτο νικᾶν μὲν καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐκείνου τὴν ἰσχὺν διδόντος αὐτοῖς, καταφρονεῖσθαι δὲ καὶ παρακούεσθαι μηδὲ ὡς ἄνθρωπον βασιλέα. [143] μετανοεῖν οὖν ἔλεγε πρὸς τὸν προφήτην Σαμουῆλον ἐπὶ τῷ χειροτονῆσαι βασιλέα τὸν Σαοῦλον μηδὲν ὧν αὐτὸς κελεύει πράττοντα, τῇ δ᾽ οἰκείᾳ βουλήσει χρώμενον. σφόδρα ταῦτ᾽ ἀκούσας ὁ Σαμουῆλος συνεχύθη καὶ δι᾽ ὅλης τῆς νυκτὸς παρακαλεῖν ἤρξατο τὸν θεὸν καταλλάττεσθαι τῷ Σαούλῳ καὶ μὴ χαλεπαίνειν. [144] ὁ δὲ τὴν συγγνώμην οὐκ ἐπένευσεν εἰς τὸν Σαοῦλον αἰτουμένῳ τῷ προφήτῃ λογισάμενος οὐκ εἶναι δίκαιον ἁμαρτήματα χαρίζεσθαι παραιτήσει: οὐ γὰρ ἐξ ἄλλου τινὸς φύεσθαι μᾶλλον ἢ τοῦ μαλακίζεσθαι τοὺς ἀδικουμένους: θηρωμένους γὰρ δόξαν ἐπιεικείας καὶ χρηστότητος λανθάνειν αὐτοὺς ταῦτα γεννῶντας. [145] ὡς οὖν ἀπεῖπεν ὁ θεὸς τῇ τοῦ προφήτου δεήσει καὶ δῆλος ἦν μεταμελόμενος, ἅμ᾽ ἡμέρᾳ Σαμουῆλος εἰς Γάλγαλα παραγίνεται πρὸς Σαοῦλον: θεασάμενος δ᾽ αὐτὸν ὁ βασιλεὺς προστρέχει καὶ κατασπασάμενος ‘τῷ θεῷ, φησίν, εὐχαριστῶ δόντι μοι τὴν νίκην, ἅπαντα μέντοι γε τὰ κελευσθέντα ὑπ᾽ αὐτοῦ πέπρακται.’ [146] Σαμουῆλος δὲ πρὸς τοῦθ᾽ ὑπολαβὼν ‘πόθεν οὖν ἀκούω θρεμμάτων, εἶπε, καὶ ὑποζυγίων βοῆς ἐν τῷ στρατοπέδῳ;’ ὁ δὲ τὸν λαὸν ταῦτ᾽ εἰς θυσίας ἀπεκρίνατο τετηρηκέναι: τὸ μέντοι γε τῶν Ἀμαληκιτῶν γένος πᾶν ἐξηφανίσθαι κατὰ τὴν ἐντολὴν καὶ περιλείπεσθαι ἄλλον μηδένα, πρὸς δ᾽ αὐτὸν ἀγαγεῖν μόνον τηρήσαντα αὐτῶν τὸν βασιλέα, περὶ οὗ τί δεῖ ποιεῖν βουλεύσεσθαι πρὸς ἀλλήλους ἔφασκεν. [147] ὁ δὲ προφήτης οὐχὶ θυσίαις ἔλεγεν ἥδεσθαι τὸ θεῖον, ἀλλὰ τοῖς ἀγαθοῖς καὶ δικαίοις. ‘οὗτοι δέ εἰσιν οἱ τῇ βουλήσει καὶ ταῖς ἐντολαῖς αὐτοῦ κατακολουθοῦντες καὶ μηδὲν ἄλλο πραχθήσεσθαι καλῶς ὑφ᾽ ἑαυτῶν νομίζοντες ἢ ὅτι ἂν ποιήσωσι τοῦ θεοῦ κεκελευκότος: καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλ᾽ ὅταν ἀπειθεῖν δοκῇ. [148] παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδ᾽ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτ᾽ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτ᾽ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτ᾽ εὐμενῶς, ἀλλ᾽ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται. [149] τοῖς δ᾽ ἓν καὶ μόνον τοῦθ᾽ ὅτι περ ἂν φθέγξηται καὶ κελεύσῃ ὁ θεὸς διὰ μνήμης ἔχουσι καὶ τεθνάναι μᾶλλον ἢ παραβῆναί τι τούτων αἱρουμένοις ἐπιτέρπεται, καὶ οὔτε θυσίαν ἐπιζητεῖ παρ᾽ αὐτῶν καὶ παρὰ θυόντων δὲ, κἂν ᾖ λιτά, τῆς πενίας ἥδιον τὴν τιμὴν ἢ παρὰ τῶν πλουσιωτάτων δεξιοῦται. [150] σὺ τοίνυν ἴσθι σαυτὸν δι᾽ ὀργῆς ὄντα τῷ θεῷ: κατεφρόνησας γὰρ καὶ κατημέλησας ὧν ἐπέστειλε. πῶς οὖν οἴει τὴν θυσίαν ἂν αὐτὸν προσβλέπειν ἐξ ὧν κατέκρινεν ἀπολέσθαι γινομένην; πλὴν εἰ μὴ νομίζεις ὅμοιον ὄλεθρον τὸ θύεσθαι ταῦτα τῷ θεῷ. προσδόκα τοίνυν τὴν βασιλείαν ἀφαιρεθησόμενος καὶ τὴν ἐξουσίαν, ἀφ᾽ ἧς ὁρμώμενος τοῦ παρασχόντος σοι θεοῦ ταύτην ἠμέλησας.’ [151] Σαοῦλος δὲ ἀδικεῖν ὡμολόγει καὶ τὴν ἁμαρτίαν οὐκ ἠρνεῖτο: παραβῆναι γὰρ τὰς ἐντολὰς τοῦ προφήτου: κατὰ μέντοι γε δέος καὶ τὸν ἀπὸ τῶν στρατιωτῶν φόβον μὴ κωλῦσαι διαρπάζοντας αὐτοὺς τὴν λείαν μηδ᾽ ἐπισχεῖν. ἀλλὰ συγγίνωσκε καὶ πρᾷος ἴσθι: φυλάξεσθαι γὰρ εἰς τοὐπιὸν ἁμαρτεῖν, παρεκάλει δὲ τὸν προφήτην ὑποστρέψαντα θυσίας χαριστηρίους ἐπιτελέσαι τῷ θεῷ: ὁ δὲ, οὐ γὰρ ἑώρα τὸν θεὸν διαλλαττόμενον, ἀπῄει πρὸς ἑαυτόν.