previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[310]

Μετὰ ταῦτά τινες ἐλθόντες τῶν Ζιφηνῶν ἀπήγγειλαν τῷ Σαούλῳ, ὡς εἴη πάλιν Δαυίδης ἐν τῇ χώρᾳ αὐτῶν καὶ δύνανται συλλαβεῖν αὐτὸν βουλομένῳ συνεργῆσαι. δὲ μετὰ τρισχιλίων ὁπλιτῶν ἐβάδιζεν ἐπ᾽ αὐτὸν καὶ νυκτὸς ἐπελθούσης ἐστρατοπέδευσεν ἐπί τινι τόπῳ Σίκελλα λεγομένῳ. [311] Δαυίδης δὲ ἀκούσας τὸν Σαοῦλον ἐπ᾽ αὐτὸν ἥκοντα πέμψας κατασκόπους ἐκέλευσε δηλοῦν αὐτῷ, ποῦ τῆς χώρας Σαοῦλος ἤδη προεληλύθοι. τῶν δ᾽ ἐν Σίκελλα φρασάντων διανυκτερεύειν διαλαθὼν τοὺς ἰδίους εἰς τὸ τοῦ Σαούλου στρατόπεδον παραγίνεται ἐπαγόμενος τὸν ἐκ τῆς ἀδελφῆς αὐτοῦ Σαρουίας Ἀβισαῖον καὶ Ἀβιμέλεχον τὸν Χετταῖον. [312] τοῦ δὲ Σαούλου κοιμωμένου καὶ περὶ αὐτὸν ἐν κύκλῳ τῶν ὁπλιτῶν καὶ τοῦ στρατηγοῦ Ἀβενήρου κειμένων, Δαυίδης εἰσελθὼν εἰς τὸ στρατόπεδον τὸ τοῦ βασιλέως οὔτ᾽ αὐτὸς ἀναιρεῖ τὸν Σαοῦλον ἐπιγνοὺς αὐτοῦ τὴν κοίτην ἐκ τοῦ δόρατος, τοῦτο γὰρ αὐτῷ παρεπεπήγει, οὔτε τὸν Ἀβισαῖον βουλόμενον φονεῦσαι καὶ πρὸς τοῦτο ὡρμηκότα εἴασεν, ἀλλὰ τὸν ὑπὸ τοῦ θεοῦ κεχειροτονημένον βασιλέα φήσας εἶναι δεινὸν ἀποκτεῖναι κἂν πονηρός, ἥξειν γὰρ αὐτῷ παρὰ τοῦ δόντος τὴν ἀρχὴν σὺν χρόνῳ τὴν δίκην, ἐπέσχε τῆς ὁρμῆς. [313] σύμβολον δὲ τοῦ κτεῖναι δυνηθεὶς ἀποσχέσθαι λαβὼν αὐτοῦ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, ὃς ἦν παρ᾽ αὐτῷ κείμενος τῷ Σαούλῳ, μηδενὸς αἰσθομένου τῶν ἐν τῷ στρατοπέδῳ πάντων δὲ κατακοιμωμένων ἐξῆλθεν, ἀδεῶς πάντ᾽ ἐργασάμενος, ὅσα καὶ τοῦ καιροῦ δόντος αὐτῷ καὶ τῆς τόλμης διέθηκε τοὺς τοῦ βασιλέως. [314] διαβὰς δὲ τὸν χείμαρρον καὶ ἐπὶ τὴν κορυφὴν ἀνελθὼν τοῦ ὄρους, ὅθεν ἔμελλεν ἐξάκουστος εἶναι, ἐμβοήσας τοῖς στρατιώταις τοῦ Σαούλου καὶ τῷ στρατηγῷ Ἀβενήρῳ διανίστησιν αὐτὸν ἀπὸ τοῦ ὕπνου τοῦτόν τε ἐφώνει καὶ τὸν λαόν. ἐπακούσαντος δὲ τοῦ στρατηγοῦ καὶ τίς καλέσας αὐτόν ἐστιν ἐρομένου Δαυίδης εἶπεν: [315]ἐγώ, παῖς μὲν Ἰεσσαίου, φυγὰς δὲ ὑμέτερος. ἀλλὰ τί δήποτε μέγας τε ὢν καὶ τὴν πρώτην ἔχων παρὰ τῷ βασιλεῖ τιμὴν οὕτως ἀμελῶς τὸ τοῦ δεσπότου φυλάσσεις σῶμα, καὶ ὕπνος ἡδίων ἐστί σοι τῆς τούτου σωτηρίας καὶ προνοίας; θανάτου γὰρ ἄξια ταῦτα καὶ τιμωρίας, οἵ γε μικρὸν ἔμπροσθεν εἰσελθόντας τινὰς ὑμῶν εἰς τὸ στρατόπεδον οὐκ ἐνοήσατε. ζήτησον οὖν τὸ δόρυ τοῦ βασιλέως καὶ τὸν φακὸν τοῦ ὕδατος καὶ μαθήσῃ, πηλίκον ὑμᾶς ἔλαθε κακὸν ἐντὸς γενόμενον.’ Σαοῦλος δὲ γνωρίσας τὴν τοῦ Δαυίδου φωνὴν καὶ μαθών, [316] ὅτι λαβὼν αὐτὸν ἔκδοτον ὑπὸ τοῦ ὕπνου καὶ τῆς τῶν φυλασσόντων ἀμελείας οὐκ ἀπέκτεινεν, ἀλλ᾽ ἐφείσατο δικαίως ἂν αὐτὸν ἀνελών, χάριν ἔχειν αὐτῷ τῆς σωτηρίας ἔλεγε καὶ παρεκάλει θαρροῦντα καὶ μηδὲν ἔτι πείσεσθαι δεινὸν ἐξ αὐτοῦ φοβούμενον ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα: [317] πεπεῖσθαι γάρ, ὅτι μηδ᾽ αὐτὸν οὕτως ἀγαπήσειεν, ὡς ὑπ᾽ ἐκείνου στέργεται: ὃς τὸν μὲν φυλάττειν αὐτὸν δυνάμενον καὶ πολλὰ δείγματα τῆς εὐνοίας παρεσχημένον ἐλαύνοι καὶ τοσοῦτον ἐν φυγῇ χρόνον καὶ ταῖς περὶ τὴν ψυχὴν ἀγωνίαις ἠνάγκασε ζῆσαι φίλων καὶ συγγενῶν ἔρημον: αὐτὸς δ᾽ οὐ παύεται ὑπ᾽ αὐτοῦ σωζόμενος, οὐδὲ τὴν ψυχὴν φανερῶς ἀπολλυμένην λαμβάνων. [318] δὲ Δαυίδης πέμψαντα ἀπολαβεῖν ἐκέλευσε τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἐπειπών, ὡς θεὸς ἑκατέρῳ τῆς ἰδίας φύσεως καὶ τῶν κατ᾽ αὐτὴν πεπραγμένων ἔσται δικαστής, ‘ὃς ὅτι καὶ κατὰ τὴν παροῦσαν ἡμέραν ἀποκτεῖναί σε δυνηθεὶς ἀπεσχόμην οἶδε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: