Ἦν δὲ Εὐάρεστος Ἀρούντιος τῶν κηρυσσόντων τὰ πωλούμενα καὶ δι᾽ αὐτὸ φωνῆς τε μεγέθει χρώμενος καὶ χρήματα περιβεβλημένος ὅμοια τοῖς Ῥωμαίων πλουσιωτάτοις, δύναμίς τε αὐτῷ ἦν ἐφ᾽ οἷς ἐθελήσειε πράσσειν κατὰ τὴν πόλιν ἔν τε τῷ τότε κἀν τοῖς ὕστερον. [146] οὗτος διαθεὶς αὑτὸν ὡς ἐνῆν πενθιμώτατον, καίτοι μίσει καὶ παρ᾽ ὁντινοῦν ἐχρῆτο πρὸς Γάιον, ἀλλὰ μὴν κρείσσων ἡ διδασκαλία τοῦ φόβου καὶ στρατηγία περὶ τοῦ κερδησομένου τὴν σωτηρίαν τῆς εἰς τὸ παρὸν ἡδονῆς, [147] πάντα κόσμον ἐπιτηδεύσας ὡς ἄν τις ἐπὶ τοῖς τιμιωτάτοις παρεσκεύαστο ἀπολωλόσιν, ἀποσημαίνει τοῦ Γαΐου τὸν θάνατον ἐπὶ τὸ θέατρον παρελθὼν καὶ ἔπαυσεν τοὺς ἀνθρώπους ἐπὶ πλέον ἀγνοίᾳ συμπεριφέρεσθαι τοῦ γεγονότος. [148] ἤδη δὲ καὶ Στήλας Ἀρούντιος παρῆν ἀνακαλῶν τοὺς Γερμανοὺς καὶ οἱ χιλίαρχοι σὺν αὐτῷ κελεύοντες κατατίθεσθαι τὸν σίδηρον καὶ διασαφοῦντες Γαΐου τὴν τελευτήν. [149] τοῦτο καὶ σαφέστατα ἔσωσεν τοὺς ἐν τῷ θεάτρῳ συνειλεγμένους καὶ πάντας, οἳ καὶ ὁπωσοῦν τοῖς Γερμανοῖς περιτύχοιεν: ἐλπίδος γὰρ αὐτοῖς παραγενομένης ἔμπνουν κεῖσθαι τὸν Γάιον οὐκ ἔσθ᾽ οὗτινος κακῶν ἂν ἀπέσχοντο. [150] τοσόνδε ἐπερίσσευσεν αὐτοῖς εὐνοίας τῆς πρὸς αὐτόν, ὡς κἂν μετὰ τοῦ καθ᾽ αὑτοὺς ἀπολουμένου τῆς ψυχῆς κτήσασθαι τὸ ἀνεπιβούλευτον αὐτῷ καὶ τοσαύτῃ δυστυχίᾳ συνεσόμενον. [151] παύονται δὲ τοῦ ὠργηκότος εἰς τὴν τιμωρίαν μαθήσεως σαφοῦς παραγενομένης αὐτοῖς ἐπὶ τῇ τελευτῇ, διά τε τὸ εἰς ἀχρεῖον ἐπιδείξεσθαι τὸ πρόθυμον τῆς εὐνοίας, ὃς ἀμείψαιτο αὐτοὺς ἀπολωλότος, καὶ δέει, μὴ καὶ περαιτέρω τῇ ὕβρει χρωμένων ἐπιστροφὴ γένοιτο ὑπὸ τῆς βουλῆς, εἴπερ εἰς ἐκείνην περισταίη τὸ κράτος, ἢ ὑπὸ τοῦ ἐπικαταστάντος ἄρχοντος. [152] καὶ Γερμανοὶ εἰ καὶ μόλις, ἀλλ᾽ οὖν ἐπαύσαντο λύσσης τῆς ἐπὶ Γαΐου τῷ θανάτῳ καταλαμβανομένης αὐτούς.