previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[65]

Καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους ἕτερόν τι δεινὸν ἐθορύβει τοὺς Ἰουδαίους καὶ περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τὸ ἐν Ῥώμῃ πράξεις αἰσχυνῶν οὐκ ἀπηλλαγμέναι συντυγχάνουσιν. καὶ πρότερον τοῦ τῶν Ἰσιακῶν τολμήματος μνήμην ποιησάμενος οὕτω μεταβιβῶ τὸν λόγον ἐπὶ τὰ ἐν τοῖς Ἰουδαίοις γεγονότα. [66] Παυλῖνα ἦν τῶν ἐπὶ Ῥώμης προγόνων τε ἀξιώματι τῶν καθ᾽ ἑαυτὴν ἐπιτηδεύοντι κόσμον ἀρετῆς ἐπὶ μέγα προϊοῦσα τῷ ὀνόματι, δύναμίς τε αὐτῇ χρημάτων ἦν καὶ γεγονυῖα τὴν ὄψιν εὐπρεπὴς καὶ τῆς ὥρας ἐν μάλιστα ἀγάλλονται αἱ γυναῖκες εἰς τὸ σωφρονεῖν ἀνέκειτο ἐπιτήδευσις τοῦ βίου. ἐγεγάμητο δὲ Σατορνίνῳ τῶν εἰς τὰ πάντα ἀντισουμένων τῷ περὶ αὐτὴν ἀξιολόγῳ. [67] ταύτης ἐρᾷ Δέκιος Μοῦνδος τῶν τότε ἱππέων ἐν ἀξιώματι μεγάλῳ, καὶ μείζονα οὖσαν ἁλῶναι δώροις διὰ τὸ καὶ πεμφθέντων εἰς πλῆθος περιιδεῖν ἐξῆπτο μᾶλλον, ὥστε καὶ εἴκοσι μυριάδας δραχμῶν Ἀτθίδων ὑπισχνεῖτο εὐνῆς μιᾶς. [68] καὶ μηδ᾽ ὣς ἐπικλωμένης, οὐ φέρων τὴν ἀτυχίαν τοῦ ἔρωτος ἐνδείᾳ σιτίων θάνατον ἐπιτιμᾶν αὑτῷ καλῶς ἔχειν ἐνόμισεν ἐπὶ παύλῃ κακοῦ τοῦ κατειληφότος. καὶ μὲν ἐπεψήφιζέν τε τῇ οὕτω τελευτῇ καὶ πράσσειν οὐκ ἀπηλλάσσετο. [69] καὶ ἦν γὰρ ὄνομα Ἴδη πατρῷος ἀπελευθέρα τῷ Μούνδῳ παντοίων ἴδρις κακῶν, δεινῶς φέρουσα τοῦ νεανίσκου τῷ ψηφίσματι τοῦ θανεῖν, οὐ γὰρ ἀφανὴς ἦν ἀπολούμενος, ἀνεγείρει τε αὐτὸν ἀφικομένη διὰ λόγου πιθανή τε ἦν ἐλπίδων τινῶν ὑποσχέσεσιν, ὡς διαπραχθησομένων ὁμιλιῶν πρὸς τὴν Παυλῖναν αὐτῷ. [70] καὶ δεχομένου τὴν ἱκετείαν ἡδονῇ πέντε μυριάδων δεήσειν αὐτῇ μόνων ἔλεγεν ἐπὶ ἁλώσει τῆς γυναικός. καὶ μὲν ἐπὶ τούτοις ἀνεγείρασα τὸν νεανίσκον καὶ τὸ αἰτηθὲν λαβοῦσα ἀργύριον οὐ τὰς αὐτὰς ὁδοὺς ἐστέλλετο τοῖς προδεδιακονημένοις ὁρῶσα τῆς γυναικὸς τὸ μηδαμῶς χρημάτων ἁλισκόμενον, εἰδυῖα δὲ αὐτὴν θεραπείᾳ τῆς Ἴσιδος σφόδρα ὑπηγμένην τεχνᾶταί τι τοιόνδε. [71] τῶν ἱερέων τισὶν ἀφικομένη διὰ λόγων ἐπὶ πίστεσιν μεγάλαις τὸ δὲ μέγιστον δόσει χρημάτων τὸ μὲν παρὸν μυριάδων δυοῖν καὶ ἡμίσει, λαβόντος δ᾽ ἔκβασιν τοῦ πράγματος ἑτέρῳ τοσῷδε, διασαφεῖ τοῦ νεανίσκου τὸν ἔρωτα αὐτοῖς, κελεύουσα παντοίως ἐπὶ τῷ ληψομένῳ τὴν ἄνθρωπον σπουδάσαι. [72] οἱ δ᾽ ἐπὶ πληγῇ τοῦ χρυσίου παραχθέντες ὑπισχνοῦντο. καὶ αὐτῶν γεραίτατος ὡς τὴν Παυλῖναν ὠσάμενος γενομένων εἰσόδων καταμόνας διὰ λόγων ἐλθεῖν ἠξίου. καὶ συγχωρηθὲν πεμπτὸς ἔλεγεν ἥκειν ὑπὸ τοῦ Ἀνούβιδος ἔρωτι αὐτῆς ἡσσημένου τοῦ θεοῦ κελεύοντός τε ὡς αὐτὸν ἐλθεῖν. [73] τῇ δὲ εὐκτὸς λόγος ἦν καὶ ταῖς τε φίλαις ἐνεκαλλωπίζετο τῇ ἐπὶ τοιούτοις ἀξιώσει τοῦ Ἀνούβιδος καὶ φράζει πρὸς τὸν ἄνδρα, δεῖπνόν τε αὐτῇ καὶ εὐνὴν τοῦ Ἀνούβιδος εἰσηγγέλθαι, συνεχώρει δ᾽ ἐκεῖνος τὴν σωφροσύνην τῆς γυναικὸς ἐξεπιστάμενος. [74] χωρεῖ οὖν εἰς τὸ τέμενος, καὶ δειπνήσασα, ὡς ὕπνου καιρὸς ἦν, κλεισθεισῶν τῶν θυρῶν ὑπὸ τοῦ ἱερέως ἔνδον ἐν τῷ νεῷ καὶ τὰ λύχνα ἐκποδὼν ἦν καὶ Μοῦνδος, προεκέκρυπτο γὰρ τῇδε, οὐχ ἡμάρτανεν ὁμιλιῶν τῶν πρὸς αὐτήν, παννύχιόν τε αὐτῷ διηκονήσατο ὑπειληφυῖα θεὸν εἶναι. [75] καὶ ἀπελθόντος πρότερον κίνησιν ἄρξασθαι τῶν ἱερέων, οἳ τὴν ἐπιβουλὴν ᾔδεσαν, Παυλῖνα πρωῒ ὡς τὸν ἄνδρα ἐλθοῦσα τὴν ἐπιφάνειαν ἐκδιηγεῖται τοῦ Ἀνούβιδος καὶ πρὸς τὰς φίλας ἐνελαμπρύνετο λόγοις τοῖς ἐπ᾽ αὐτῷ. [76] οἱ δὲ τὰ μὲν ἠπίστουν εἰς τὴν φύσιν τοῦ πράγματος ὁρῶντες, τὰ δ᾽ ἐν θαύματι καθίσταντο οὐκ ἔχοντες, ὡς χρὴ ἄπιστα αὐτὰ κρίνειν, ὁπότε εἴς τε τὴν σωφροσύνην καὶ τὸ ἀξίωμα ἀπίδοιεν αὐτῆς. [77] τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν πρᾶξιν ὑπαντιάσας αὐτὴν ΜοῦνδοςΠαυλῖνα, φησίν, ἀλλά μοι καὶ εἴκοσι μυριάδας διεσώσω δυναμένη οἴκῳ προσθέσθαι τῷ σαυτῆς διακονεῖσθαί τε ἐφ᾽ οἷς προεκαλούμην οὐκ ἐνέλιπες. μέντοι εἰς Μοῦνδον ὑβρίζειν ἐπειρῶ, μηδέν μοι μελῆσαν τῶν ὀνομάτων, ἀλλὰ τῆς ἐκ τοῦ πράγματος ἡδονῆς, Ἀνούβιον ὄνομα ἐθέμην αὐτῷ.’ [78] καὶ μὲν ἀπῄει ταῦτα εἰπών, δὲ εἰς ἔννοιαν τότε πρῶτον ἐλθοῦσα τοῦ τολμήματος περιρρήγνυταί τε τὴν στολὴν καὶ τἀνδρὶ δηλώσασα τοῦ παντὸς ἐπιβουλεύματος τὸ μέγεθος ἐδεῖτο μὴ περιῶφθαι βοηθείας τυγχάνειν: [79] δὲ τῷ αὐτοκράτορι ἐπεσήμηνε τὴν πρᾶξιν. καὶ Τιβέριος μαθήσεως ἀκριβοῦς αὐτῷ γενομένης ἐξετάσει τῶν ἱερέων ἐκείνους τε ἀνεσταύρωσεν καὶ τὴν Ἴδην ὀλέθρου γενομένην αἰτίαν καὶ τὰ πάντα ἐφ᾽ ὕβρει συνθεῖσαν τῆς γυναικός, τόν τε ναὸν καθεῖλεν καὶ τὸ ἄγαλμα τῆς Ἴσιδος εἰς τὸν Θύβριν ποταμὸν ἐκέλευσεν ἐμβαλεῖν. Μοῦνδον δὲ φυγῆς ἐτίμησε, [80] κώλυμα τοῦ μὴ μειζόνως κολάζειν τὸ μετὰ ἔρωτος αὐτῷ ἡμαρτῆσθαι τὰ ἡμαρτημένα ἡγησάμενος. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τοῖς ἱερεῦσιν ὑβρισμένα τοιαῦτα ἦν. ἐπάνειμι δὲ ἐπὶ τὴν ἀφήγησιν τῶν ἐν Ῥώμῃ Ἰουδαίοις κατὰ τοῦτον τὸν χρόνον συντυχόντων, ὥς μοι καὶ προαπεσήμηνεν λόγος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: