previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[332]

Καίσαρι δὲ ὡς ἀφίκετο ἀγγελία περὶ αὐτοῦ, ἠπίστει μὲν διὰ τὸ μὴ ἂν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην ἐν πράγμασιν ἐπὶ μέγα ἀνήκουσιν αὐτῷ, διδοὺς δὲ τῇ ἐλπίδι Κέλαδον τῶν αὐτοῦ τινὰ ἐξελευθέρων ὡμιληκότα τοῖς μειρακίοις πέμπει κελεύσας ἀγαγεῖν εἰς ὄψιν αὐτῷ τὸν Ἀλέξανδρον. δὲ ἀνῆγεν οὐδέν τι βελτίων ἐπὶ τῇ κρίσει τῶν πολλῶν γενόμενος. [333] οὐ μὴν Καῖσάρ γε ἠπατᾶτο, ἀλλ᾽ ἦν μὲν ἐμφερής, οὐ μὴν ὥστε ἀπατῆσαι τοὺς σωφρόνως ἐκλογίζεσθαι δυναμένους: αὐτουργίᾳ τε γὰρ ἐτέτρυτο ψευδαλέξανδρος καὶ παρὰ τὸ ἐκείνῳ ῥαδαλὸν τοῦ σώματος ὑπὸ τρυφῆς καὶ γενναιότητος συνερχόμενον διὰ τὰ ἐναντία τῷδε ἐπισκληρότερον ἐξεβεβήκει τὸ σῶμα. [334] θεασάμενος οὖν συμπνευσμὸν ἐπὶ ψευδολογίᾳ διδασκάλου καὶ μαθητοῦ καὶ λόγων τολμηρῶν συγκρότησιν, ἐξήταζε περὶ Ἀριστοβούλου, τί καὶ γεγόνοι συνεκκλαπεὶς αὐτῷ, καὶ δι᾽ ἣν αἰτίαν οὐ παραγεγόνοι μεταποιούμενος τῆς ἀξίας, ἧς προσῆκε τυγχάνειν τοὺς οὕτω γεγονότας; [335] φαμένου δ᾽ ἐπὶ νήσου τῆς Κυπρίων καταλελεῖφθαι κινδύνων ὑφοράσει τῶν κατὰ θάλασσαν, εἰ περὶ αὐτῷ συσταίη τι δεινόν, μὴ παντελὲς ἐξαλείφοιτο τὸ Μαριάμμης γένος ἀλλὰ περιὼν Ἀριστόβουλος μένοι τοὺς ἐπιβεβουλευκότας, [336] ταῦτα διισχυριζομένου καὶ συνεστῶτος αὐτῷ τοῦ μηχανοποιοῦ τῆς πράξεως Καῖσαρ καταμόνας ἀπολαβὼν τὸ μειράκιονἀλλὰ σοὶ μισθός, ἔφη, προκείσεται τοῦ μὴ καὶ πρὸς ἐμὲ ἀπάτῃ χρησομένου τὸ μὴ ἀπολούμενον τῆς σωτηρίας: φάθι δή μοι αὐτόν τε ὃς ὢν τυγχάνεις καὶ ὅς σε τοιάδε ᾖξε τολμῆσαι διανοεῖσθαι: [337] μεῖζον γὰρ τὸ ἐπιβούλευμα κακίας ἐγκεχείρηκας χρόνων οὓς γεγονὼς τυγχάνεις.’ καὶ δή, οὐ γὰρ ἦν ἄλλως πράσσειν, φράζει πρὸς τὸν Καίσαρα τὸ ἐπιβούλευμα, ὅν τε τρόπον καὶ ὑφ᾽ οὗ τυγχάνοι συγκείμενον. καὶ Καῖσαρ τὸν μὲν ψευδαλέξανδρον, οὐ γὰρ ἐψεύσατο ὁμολογίαν τὴν πρὸς αὐτόν, δραστήριον ὁρῶν αὐτουργῆσαι τῷ σώματι ἐρέσσειν ἐν τοῖς ναύταις καταλέγει, τὸν δὲ ἀναπείσαντα κτείνει. [338] καταδίκη δ᾽ ἤρκει Μηλίοις ὁπόσα ἐτετελέκεσαν εἰς τὸν Ψευδαλέξανδρον διακενῆς ἀναλωκέναι. καὶ τὰ μὲν περὶ τὸν ψευδαλέξανδρον τολμηρῶς συντεθέντα οὕτως ἀκλεῶς ἔσχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: