This text is part of:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντιπάτρῳ δὲ ἀραμένῳ τοὺς ἀδελφοὺς ἀσεβείᾳ τε τῇ
ὑστάτῃ καὶ ἀλαστορίᾳ τῇ ἐπ᾽ αὐτοῖς τὸν πατέρα περιβεβληκότι
οὔτι κατὰ γνώμας ἡ ἐλπὶς τοῦ αὖθις βίου ἦν: ἀπαλλαγεὶς γὰρ
φόβου τοῦ ἐπὶ τῇ ἀρχῇ διὰ τὸ τῶν ἀδελφῶν μὴ ἐπικοινωνῆσον,
ἐργωδέστερον καὶ ἄπορον αὐτῷ εὕρισκεν τὸ τῆς βασιλείας περιγενέσθαι:
τοσόνδ᾽ ἐφύη τῷ ἔθνει μῖσος πρὸς αὐτόν.
[2]
ὄντος δὲ αὐτῷ
καὶ τοῦδε χαλεποῦ πλειόνως παρελύπει τὸ στρατιωτικὸν ἀλλοτρίως
ἔχον τῇ γνώμῃ πρὸς αὐτόν, εἰς οὓς τὰ πάντα ἦν τοῖς βασιλεῦσιν
ἀνακείμενα τοῦ οἰκείου ἀσφαλοῦς, ὁπότε τύχοι τὸ ἔθνος νεωτέρων
ὀριγνώμενον πραγμάτων: τοσόνδε κίνδυνον ἐμνήστευσεν αὐτῷ ὁ ὄλεθρος
τῶν ἀδελφῶν.
[3]
οὐ μὴν ἀλλὰ καὶ συνῆρχέν γε τῷ πατρὶ οὐδὲν
ἄλλο ἢ ὡς βασιλεὺς ὢν καὶ ἐπιστεύετο παρ᾽ αὐτῷ μειζόνως,
ἐξ ὧν ἀπολωλέναι καλῶς εἶχεν εὐνοίας βεβαιώματα εὑρημένος, ὡς
ἐπ᾽ ἀσφαλείᾳ σωτηρίας τῆς Ἡρώδου τοὺς ἀδελφοὺς ἐνδεδειχώς,
ἀλλ᾽ οὐκ ἔχθρᾳ τῇ πρὸς ἐκείνους καὶ πρὸ αὐτῶν πρὸς τὸν πατέρα
τοιαίδε αὐτὸν περιεσπένδον ἀραί.
[4]
ἅπερ δὴ πάντα μηχαναὶ τῆς
ἐπὶ τὸν Ἡρώδην ὁδοῦ ἵσταντο Ἀντιπάτρῳ, ἐρημοῦντι αὐτὸν μὲν
κατηγόρων ἐφ᾽ οἷς πράττειν διενοεῖτο, Ἡρώδην δὲ καταφυγῆς οἳ
βοηθοῖεν αὐτῷ τοῦ Ἀντιπάτρου φανερῶς πολεμίου καταστάντος:
[5]
ὥστε μίσει μὲν τῷ πρὸς τὸν πατέρα ἔπρασσεν τὴν ἐπιβουλὴν τῶν
ἀδελφῶν, τὸ δὲ ἥπτετο μειζόνως τοῦ ἐγχειρῶν μὴ ἀφίεσθαι τῆς
πράξεως: ἀποθνήσκοντος μὲν γὰρ Ἡρώδου, βεβαίως αὐτῷ περιγενομένης
τῆς ἀρχῆς, ἐξικνουμένου δὲ εἰς τὸ πλέον ἔτι ζῆν, κινδύνων
ἀντιπεριστάντων ἐξαγγέλτου γενομένης τῆς πράξεως, ἧς συνθέτης
γεγονὼς πολέμιον ἠνάγκαζε τὸν πατέρα καταστῆναι.
[6]
καὶ διὰ τοῦ
χαρίζεσθαι πολυτελὴς ἦν τοὺς περὶ τὸν πατέρα, κέρδεσι μεγάλοις
ἐκπλήσσων τὸ τῶν ἀνθρώπων μῖσος πρὸς αὐτὸν καὶ μάλιστα τοὺς
ἐπὶ Ῥώμης φίλους πομπαῖς μεγάλων δωρεῶν εὔνους καθιστάμενος,
πρὸ πάντων δὲ Σατορνῖνον τὸν τῆς Συρίας ἐπιμελητήν.
[7]
ὑπάξεσθαί
τε ἦν ἐλπὶς αὐτῷ καὶ τὸν Σατορνίνου ἀδελφὸν μεγέθει δώρων, ἃ
ἐδίδου, καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως ἀνδρὶ πρώτῳ τῶν περὶ τὸν
Ἡρώδην συνοικοῦσαν τῷ αὐτῷ τρόπῳ χρώμενος. ψευσάμενός τε
φιλίαν πρὸς τοὺς ὁμιλοῦντας δεινότατός τις ἦν πεπιστεῦσθαι καὶ
μῖσος ἀράμενος ἐφ᾽ οὕστινας ἐπικρύψασθαι συνετώτατος.
[8]
οὐ μὴν
ἠπάτα γε τὴν τηθίδα προκατανενοηκυῖαν ἐκ πλείονος αὐτὸν καὶ
μηκέθ᾽ οἷαν οὖσαν παραλογισθῆναι καὶ διὰ τὸ ἤδη παρασκευῇ τῇ
πάσῃ ἀντιτετάχθαι αὐτοῦ πρὸς τὸ κακότροπον.
[9]
καίτοι θυγατρὶ
αὐτῆς συνῴκει θεῖος πρὸς μητρὸς Ἀντιπάτρου προνοίᾳ τῇ ἐκείνου
καὶ διαπράξει παραλαβὼν τὴν κόρην πρότερον Ἀριστοβούλῳ γεγαμημένην:
τὴν δὲ ἑτέραν ὁ ἐκ τοῦ ἀνδρὸς αὐτῆς Καλλέα παῖς γυναῖκα
εἶχεν. ἀλλ᾽ οὐδὲν ἐπὶ τῷ μὴ κατανοεῖσθαι πονηρὸν ὄντα
ἦν ἡ ἐπιγαμία τεῖχος, ὥσπερ οὐδ᾽ ἡ πρότερον συγγένεια πρὸς τὸ
οὐ μεμισῆσθαι.
[10]
τὴν δὲ Σαλώμην Ἡρώδης ἐσπουδακυῖαν Συλλαίῳ
τῷ Ἄραβι γαμηθῆναι κατ᾽ ἐρωτικὴν ἐπιθυμίαν βιάζεται τῷ Ἀλεξᾷ
συνοικεῖν συμπρασσούσης αὐτῷ Ἰουλίας καὶ πειθούσης τὴν Σαλώμην
μὴ ἀνήνασθαι τὸν γάμον, μὴ καὶ ἔχθρα καθίσταιτο αὐτοῖς
προύπτως ὀμωμοκότος Ἡρώδου μὴ ἂν εὐνοήσειν Σαλώμῃ μὴ ὑποδεξαμένῃ
τὸν Ἀλεξᾶ γάμον. καὶ ἐπείθετο Καίσαρός τε οὔσῃ γυναικὶ
τῇ Ἰουλίᾳ καὶ ἄλλως συμβουλευούσῃ πάνυ συμφέροντα.
[11]
ἐν
τούτῳ δὲ καὶ τὴν Ἀρχελάου θυγατέρα τοῦ βασιλέως Ἡρώδης ὡς
τὸν αὐτῆς πατέρα ἐξέπεμψεν Ἀλεξάνδρῳ συνῳκηκυῖαν ἐκ τῶν αὐτοῦ
τὴν προῖκα ἀποδούς, ὥστε ἀμφισβήτημα αὐτοῖς μηδὲν εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.