Ὁ δὲ Ἡρώδης οὐδ᾽ εἴ τι πρότερον ἦν αὐτῷ ἐνδοιάσιμον περὶ τὴν τεκνοκτονίαν τούτῳ τόπον ἢ χώραν ἐν τῇ ψυχῇ καταλελοιπώς, ἀλλὰ πᾶν ἐξῃρημένος τὸ δυνησόμενον αὐτῷ μετάνοιαν ἀμείνονος λογισμοῦ παρασχεῖν ἔσπευσεν ἤδη τέλος ἐπιθεῖναι τῇ προαιρέσει. [393] καὶ προαγαγὼν εἰς ἐκκλησίαν τριακοσίους τε τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τίρωνα σὺν τῷ παιδὶ καὶ τῷ πρὸ ἐκείνου διελέγχοντι κουρεῖ κατηγορίαν ἁπάντων αὐτῶν ἐποιήσατο. [394] κἀκείνους μὲν τὸ πλῆθος ἀεὶ τοῖς παρατυχοῦσιν βάλλοντες ἀπέκτειναν. Ἀλέξανδρος δὲ καὶ Ἀριστόβουλος ἀχθέντες εἰς Σεβαστὴν ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ κτείνονται. τὰ δὲ σώματα νύκτωρ εἰς Ἀλεξάνδρειον ἀπέθεντο τοῦ τε μητροπάτορος ἐκεῖ καὶ τῶν πλείστων αὐτοῖς προγόνων κειμένων.