previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[342]

Ἐπὶ τοιούτοις δὲ ὢν καὶ τῆς Σεβαστῆς ἤδη πεπολισμένης ἔγνω τοὺς παῖδας αὐτοῦ πέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον, συντευξομένους Καίσαρι. [343] τούτοις ἀνελθοῦσιν καταγωγὴ μὲν ἦν Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου φιλίαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι: καὶ γὰρ ἐξεδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας: καὶ δίδωσιν Ἡρώδῃ τὴν βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων, καὶ χώραν ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν: ἔδωκεν δὲ διὰ τοιαύτην αἰτίαν παραλαβών. [344] Ζηνόδωρός τις ἐμεμίσθωτο τὸν οἶκον τὸν Λυσανίου. τούτῳ τὰ μὲν κατὰ τὰς προσόδους οὐκ ἤρκει, τὰ λῃστήρια δὲ ἔχων ἐν τῷ Τράχωνι πλείω τὴν πρόσοδον ἔφερεν: οἰκοῦσι γὰρ ἄνδρες ἐξ ἀπονοίας ζῶντες τοὺς τόπους, οἳ τὰ Δαμασκηνῶν ἐλῄζοντο, καὶ Ζηνόδωρος οὔτ᾽ εἶργεν αὐτός τε τῶν ὠφελειῶν ἐκοινώνει. [345] κακῶς δὲ πάσχοντες οἱ πλησιόχωροι Οὐάρρωνος κατεβόων τοῦ τότε ἡγεμονεύοντος καὶ γράφειν ἠξίουν Καίσαρι τοῦ Ζηνοδώρου τὴν ἀδικίαν. Καῖσαρ δὲ ἀνενεχθέντων τούτων ἀντέγραφεν ἐξελεῖν τὰ λῃστήρια τήν τε χώραν Ἡρώδῃ προσένειμεν, ὡς διὰ τῆς ἐπιμελείας τῆς ἐκείνου μηκέτ᾽ ἂν ὀχληρῶν τῶν περὶ τὸν Τράχωνα γενησομένων τοῖς πλησίον: [346] οὐδὲ γὰρ ῥᾴδιον ἦν ἐπισχεῖν αὐτοὺς ἐν ἔθει τὸ λῃστεύειν πεποιημένους καὶ βίον οὐκ ἄλλοθεν ἔχοντας: οὔτε γὰρ πόλεις αὐτοῖς οὔτε κτήσεις ἀγρῶν, ὑποφυγαὶ δὲ κατὰ τῆς γῆς καὶ σπήλαια καὶ κοινὴ μετὰ τῶν βοσκημάτων δίαιτα. μεμηχάνηνται δὲ καὶ συναγωγὰς ὑδάτων καὶ προπαρασκευὰς σιτίων αἳ δύνανται πλεῖστον ἐξ ἀφανοῦς ἀντέχειν. [347] αἵ γε μὴν εἴσοδοι στεναὶ καὶ καθ᾽ ἕνα παρερχομένων, τὰ δ᾽ ἔνδον ἀπίστως μεγάλα πρὸς εὐρυχωρίαν ἐξειργασμένων: τὸ δ᾽ ὑπὲρ τὰς οἰκήσεις ἔδαφος οὐχ ὑψηλόν, ἀλλ᾽ οἷον ἐξ ἐπιπέδου. πέτρα δὲ τὸ σύμπαν σκληρὰ καὶ δύσοδος, εἰ μὴ τρίβῳ χρῷτό τις ἐξ ὁδηγίας: [348] οὐδὲ γὰρ αὗται κατ᾽ ὀρθὸν ἀλλὰ πολλὰς ἕλικας ἐξελίττονται. τούτοις ἐπειδὴ τῶν εἰς τοὺς πλησίον κακουργημάτων ἐκωλύοντο, καὶ κατ᾽ ἀλλήλων ἦν τῆς λῃστείας τρόπος, ὡς μηδὲν ἀνομίας ἐν τούτῳ λελεῖφθαι. λαβὼν δὲ τὴν χάριν Ἡρώδης παρὰ Καίσαρος καὶ παρελθὼν εἰς τὴν χώραν ὁδηγῶν ἐμπειρίᾳ τούς τε πονηρευομένους αὐτῶν κατέπαυσεν καὶ τοῖς πέριξ ἀδεῆ τὴν εἰρήνην παρέσχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: