previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[244]

Τοῦ δὲ βασιλέως ὑποσχομένου Ἀμάνης ἐξῆλθεν περιχαρὴς ἐπὶ τῷ μόνον ἠξιῶσθαι συνδειπνεῖν τῷ βασιλεῖ παρὰ τῇ Ἐσθήρᾳ, καὶ ὅτι μηδεὶς τοσαύτης ἄλλος τυγχάνει παρὰ τοῖς βασιλεῦσι τιμῆς. ἰδὼν δ᾽ ἐν τῇ αὐλῇ Μαρδοχαῖον ὑπερηγανάκτησεν: οὐδὲν γὰρ αὐτῷ παρ᾽ αὐτοῦ θεασαμένου πρὸς τιμὴν ἐγένετο. [245] καὶ παρελθὼν πρὸς αὑτὸν τὴν γυναῖκα Γάζασαν ἐκάλεσεν καὶ τοὺς φίλους. ὧν παρόντων διηγεῖτο τὴν τιμήν, ἧς οὐ παρὰ τοῦ βασιλέως ἀπολαύοι μόνον, ἀλλὰ καὶ παρὰ τῆς βασιλίσσης: καὶ γὰρ τήμερον ὡς δειπνήσειεν παρ᾽ αὐτῇ μόνος σὺν τῷ βασιλεῖ, κληθείη πάλιν εἰς τὴν ἐπιοῦσαν. [246] ἔλεγέν τε μὴ ἀρέσκεσθαι Μαρδοχαῖον ὁρῶντα ἐν τῇ αὐλῇ τὸν Ἰουδαῖον. τῆς δὲ γυναικὸς αὐτοῦ Γαζάσης εἰπούσης κελεῦσαι ξύλον κοπῆναι πηχῶν ἑξήκοντα καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι τὸν Μαρδοχαῖον, ἐπαινέσας τὴν γνώμην προσέταξεν τοῖς οἰκέταις ξύλον ἑτοιμασαμένους στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίῳ. [247] καὶ τοῦτο μὲν ἦν ἕτοιμον: δὲ θεὸς κατεγέλα τῆς Ἀμάνου πονηρᾶς ἐλπίδος καὶ τὸ συμβησόμενον εἰδὼς ἐτέρπετο τῷ γενησομένῳ: τοῦ γὰρ βασιλέως διὰ νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον. [248] δ᾽ οὐ βουλόμενος ἀργῶς ἀπολέσαι τὴν ἀγρυπνίαν, ἀλλ᾽ εἴς τι τῶν τῇ βασιλείᾳ διαφερόντων αὐτὴν ἀναλῶσαι, τὸν γραμματέα κομίσαντα καὶ τῶν πρὸ αὐτοῦ βασιλέων τὰ ὑπομνήματα καὶ τῶν ἰδίων πράξεων ἀναγινώσκειν αὐτῷ προσέταξεν. [249] κομίσαντος δὲ καὶ ἀναγινώσκοντος εὑρέθη τις δι᾽ ἀριστείαν ἔν τινι γέρας εἰληφὼς χώραν, ἧς καὶ τὸ ὄνομα ἐγέγραπτο. ἕτερον δὲ διὰ πίστιν τετυχηκότα δωρεᾶς μηνύων ἦλθεν καὶ ἐπὶ Γαβαταῖον καὶ Θεοδέστην τοὺς ἐπιβουλεύσαντας εὐνούχους τῷ βασιλεῖ, ὧν μηνυτὴς Μαρδοχαῖος ἦν γεγενημένος. [250] φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβαίνοντος εἰς ἑτέραν πρᾶξιν ἐπέσχεν βασιλεὺς πυνθανόμενος, εἰ μὴ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. δ᾽ ὡς ἔφη μηδὲν εἶναι, κελεύσας ἡσυχάζειν, τίς τῆς νυκτὸς ὥρα, παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων ἐπυνθάνετο. [251] μαθὼν δ᾽, ὡς ὄρθρος ἐστὶν ἤδη, προσέταξεν τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν ἤδη παρόντα τοῦτον αὐτῷ δηλοῦν. ἔτυχέν τε ὥστε Ἀμάνην εὑρεθῆναι: θᾶττον γὰρ τῆς συνήθους ὥρας ἐληλύθει περὶ τοῦ Μαρδοχαίου θανάτου δεησόμενος αὐτοῦ. [252] τῶν οὖν θεραπόντων εἰπόντων, ὅτι Ἀμάνης εἴη πρὸ τῆς αὐλῆς, ἐκέλευσεν αὐτὸν εἰσκαλέσαι. εἰσελθόντος δέφίλον, εἶπεν, εἰδὼς ἐμαυτῷ σὲ μόνον εὔνουν συμβουλεῦσαί μοι παρακαλῶ, πῶς ἂν τιμήσαιμι τινὰ στεργόμενον ὑπ᾽ ἐμοῦ σφόδρα τῆς ἐμαυτοῦ μεγαλοφροσύνης ἀξίως.’ [253] δὲ Ἀμάνης λογισάμενος, ἣν ἂν δῷ γνώμην ταύτην δώσειν ὑπὲρ αὐτοῦ, φιλεῖσθαι γὰρ ἑαυτὸν ὑπὸ τοῦ βασιλέως μόνον, ἣν ᾤετο ἀρίστην εἶναι ταύτην φανερὰν ἐποίησεν. [254] εἶπεν γάρεἰ βούλοιο τὸν ἄνθρωπον ὃν φῂς ἀγαπᾶν δόξῃ περιβαλεῖν, ποίησον ἐφ᾽ ἵππου βαδίζειν τὴν αὐτὴν ἐσθῆτά σοι φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα καὶ προάγοντα τῶν ἀναγκαίων φίλων ἕνα κηρύσσειν δι᾽ ὅλης τῆς πόλεως, ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν βασιλεὺς τιμήσῃ.’ [255] μὲν οὖν Ἀμάνης ταῦτα συνεβούλευσεν οἰόμενος εἰς αὐτὸν ἥξειν τοῦτο τὸ γέρας. δὲ βασιλεὺς ἡσθεὶς τῇ παραινέσειπροελθών. φησίν, ἔχεις γὰρ καὶ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸν στρεπτόν. ἐπιζήτησον Μαρδοχαῖον τὸν Ἰουδαῖον καὶ ταῦτα ἐκείνῳ δοὺς προάγων αὐτοῦ τὸν ἵππον, σὺ γάρ, ἔφη, μοι φίλος ἀναγκαῖος, ἴσθι διάκονος ὧν χρηστὸς σύμβουλος ἐγένου. ταῦτα δὲ αὐτῷ παρ᾽ ἡμῶν ἔσται σώσαντί μου τὴν ψυχήν.’ [256] τούτων ἀκούσας παρὰ πᾶσαν ἐλπίδα τὴν διάνοιαν συνεχύθη καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ χρυσοῦν περιαυχένιον, καὶ τὸν Μαρδοχαῖον εὑρὼν πρὸ τῆς αὐλῆς σάκκον ἐνδεδυμένον ἐκέλευσεν ἀποθέμενον ἐνδύσασθαι τὴν πορφύραν. [257] δὲ οὐκ εἰδὼς τἀληθές, ἀλλὰ χλευάζεσθαι νομίζων κάκιστε πάντων ἀνθρώπων, εἶπεν, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐπεγγελᾷς;’ πεισθεὶς δ᾽, ὡς βασιλεὺς αὐτῷ γέρας τοῦτ᾽ εἴη δεδωκὼς ἀντὶ τῆς σωτηρίας, ἣν αὐτῷ παρέσχεν τοὺς ἐπιβουλεύσαντας εὐνούχους ἐλέγξας, ἐνδύεται τὴν πορφύραν, ἣν βασιλεὺς φορῶν ἀεὶ διετέλει, καὶ περιτίθεται τὸ περιαυχένιον, [258] καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν Ἀμάνου προάγοντος καὶ κηρύσσοντος, ὅτι τοῦτ᾽ ἔσται παρὰ τοῦ βασιλέως ἂν στέρξῃ καὶ τιμῆς ἄξιον δοκιμάσῃ. [259] ἐπεὶ δ᾽ ἐκπεριῆλθον τὴν πόλιν, μὲν Μαρδοχαῖος εἰσῄει πρὸς τὸν βασιλέα, Ἀμάνης δ᾽ ὑπ᾽ αἰσχύνης πρὸς αὑτὸν παραγίνεται καὶ μετὰ δακρύων τῇ γυναικὶ καὶ τοῖς. φίλοις τὰ συμβεβηκότα διηγεῖτο. οἱ δ᾽ οὐκέτ᾽ ἀμύνασθαι τὸν Μαρδοχαῖον ἔλεγον δυνήσεσθαι: τὸν γὰρ θεὸν εἶναι σὺν αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: