previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[186]

Ἅβραμος δὲ κατῴκει μὲν περὶ τὴν Ὠγύγην καλουμένην δρῦν, ἔστι δὲ τῆς Χαναναίας τὸ χωρίον οὐ πόρρω τῆς Ἑβρωνίων πόλεως, δυσφορῶν δὲ ἐπὶ γυναικὶ μὴ κυούσῃ ἱκετεύει τὸν θεὸν γονὴν αὐτῷ παιδὸς ἄρσενος παρασχεῖν. [187] τοῦ δὲ θεοῦ θαρσεῖν αὐτὸν παρακελευομένου τοῖς τε ἄλλοις ἅπασιν ὡς ἐπ᾽ ἀγαθοῖς αὐτὸν ἀπὸ τῆς Μεσοποταμίας ἠγμένον καὶ παίδων ἐσομένων, Σάρρα τοῦ θεοῦ κελεύσαντος ἐπικλίνει μίαν τῶν θεραπαινίδων Ἀγάρην ὄνομα γένος οὖσαν Αἰγυπτίαν ὡς ἐξ αὐτῆς παιδοποιησομένῳ. [188] καὶ γενομένη ἐγκύμων θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα, ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν ὑπ᾽ αὐτῆς τεχθησόμενον. Ἁβράμου δὲ αὐτὴν πρὸς αἰκίαν παραδιδόντος τῇ Σάρρᾳ δρασμὸν ἐπεβούλευσεν οὐχ ὑπομένουσα τὰς ταλαιπωρίας καὶ τὸν θεὸν ἱκέτευεν οἶκτον αὐτῆς λαβεῖν. [189] ὑπαντιάζει δὲ διὰ τῆς ἐρήμου προϊοῦσαν αὐτὴν ἄγγελος θεῖος κελεύων πρὸς τοὺς δεσπότας ἐπανιέναι: βίου γὰρ μείζονος τεύξεσθαι σωφρονοῦσαν: καὶ γὰρ νῦν εἰς τὴν δέσποιναν ἀγνώμονα καὶ αὐθάδη γενομένην ἐν τούτοις εἶναι τοῖς κακοῖς: [190] παρακούουσαν μὲν τοῦ θεοῦ καὶ προσωτέρω χωροῦσαν ἔλεγεν ἀπολεῖσθαι, νοστήσασαν δὲ αὐτὴν ὀπίσω γενήσεσθαι μητέρα παιδὸς τῆς γῆς ἐκείνης βασιλεύσοντος. τούτοις πείθεται καὶ ἐπανελθοῦσα πρὸς τοὺς δεσπότας συγγνώμης ἔτυχε: τίκτει δὲ μετ᾽ οὐ πολὺ Ἰσμαῆλον, θεόκλυτον ἄν τις εἴποι, διὰ τὸ εἰσακοῦσαι τὸν θεὸν τῆς ἱκεσίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: